[go: up one dir, main page]

Matthew 8
Study Bible ABP ▾ 

Καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ λέγων Κύριε ἐὰν θέλῃς δύνασαί με καθαρίσαι Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων Θέλω καθαρίσθητι καὶ εὐθέως ἐκαθαρίσθη* αὐτοῦ λέπρα καὶ λέγει αὐτῷ Ἰησοῦς Ὅρα μηδενὶ εἴπῃς ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκον τὸ δῶρον προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς

The Centurion's Great Faith

Εἰσελθόντος δὲ αὐτοῦ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων Κύριε παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός δεινῶς βασανιζόμενος ‹Καὶ› λέγει αὐτῷ Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν Ἀποκριθεὶς δὲ ἑκατόνταρχος ἔφη Κύριε οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς ἀλλὰ μόνον εἰπὲ λόγῳ καὶ ἰαθήσεται παῖς μου καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν (τασσόμενος) ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας καὶ λέγω τούτῳ Πορεύθητι καὶ πορεύεται καὶ ἄλλῳ Ἔρχου καὶ ἔρχεται καὶ τῷ δούλῳ μου Ποίησον τοῦτο καὶ ποιεῖ 10 Ἀκούσας δὲ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν Ἀμὴν λέγω ὑμῖν παρ’ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον 11 λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν 12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων 13 Καὶ εἶπεν Ἰησοῦς τῷ ἑκατοντάρχῃ Ὕπαγε ὡς ἐπίστευσας γενηθήτω σοι καὶ ἰάθη παῖς [αὐτοῦ] ἐν τῇ ὥρᾳ ἐκείνῃ

Jesus Heals at Peter's House

14 Καὶ ἐλθὼν Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν 15 καὶ ἥψατο τῆς χειρὸς αὐτῆς καὶ ἀφῆκεν αὐτὴν πυρετός καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ 16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν 17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν

The Cost of Following Jesus

18 Ἰδὼν δὲ Ἰησοῦς ‹πολλοὺς› ὄχλον περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν 19 Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ Διδάσκαλε ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ 20 Καὶ λέγει αὐτῷ Ἰησοῦς Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ 21 Ἕτερος δὲ τῶν μαθητῶν [αὐτοῦ] εἶπεν αὐτῷ Κύριε ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου 22  δὲ Ἰησοῦς λέγει αὐτῷ Ἀκολούθει μοι καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς

Jesus Stills the Storm

23 Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ 24 καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων αὐτὸς δὲ ἐκάθευδεν 25 καὶ προσελθόντες ἤγειραν αὐτὸν λέγοντες Κύριε σῶσον ἀπολλύμεθα 26 Καὶ λέγει αὐτοῖς Τί δειλοί ἐστε ὀλιγόπιστοι τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ καὶ ἐγένετο γαλήνη μεγάλη 27 Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ θάλασσα αὐτῷ ὑπακούουσιν

Demons Cast into Pigs

28 Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης 29 Καὶ ἰδοὺ ἔκραξαν λέγοντες Τί ἡμῖν καὶ σοί Υἱὲ τοῦ Θεοῦ ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς 30 Ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη 31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες Εἰ ἐκβάλλεις ἡμᾶς ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων 32 Καὶ εἶπεν αὐτοῖς Ὑπάγετε οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν 33 Οἱ δὲ βόσκοντες ἔφυγον καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων 34 καὶ ἰδοὺ πᾶσα πόλις ἐξῆλθεν εἰς ὑπάντησιν τῷ Ἰησοῦ καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Matthew 7
Top of Page
Top of Page