Ευρώπη
Εὐρώπη Συγγραφέας: |
Εὐρώπῃ ποτὲ Κύπρις ἐπὶ γλυκὺν ἧκεν ὄνειρον,
νυκτὸς ὅτε τρίτατον λάχος ἵσταται, ἐγγύθι δ’ ἠώς,
ὕπνος ὅτε γλυκίων μέλιτος βλεφάροισιν ἐφίζων
λυσιμελὴς πεδάᾳ μαλακῷ κατὰ φάεα δεσμῷ,
εὖτε καὶ ἀτρεκέων ποιμαίνεται ἔθνος ὀνείρων·
τῆμος ὑπωροφίοισιν ἐνὶ κνώσσουσα δόμοισι
Φοίνικος θυγάτηρ ἔτι παρθένος Εὐρώπεια
ὠίσατ’ ἠπείρους δοιὰς περὶ εἷο μάχεσθαι,
ἄssion ἀντιπέρην τε· φυὴν δ’ ἔχον οἷα γυναῖκες.
τῶν δ’ ἣ μὲν ξείνης μορφὴν ἔχεν, ἣ δ’ ἄρ’ ἐῴκει 10
ἐνδαπίῃ, καὶ μᾶλλον ἑῆς περιίσχετο κούρης,
φάσκεν δ’ ὥς μιν ἔτικτε καὶ ὡς ἀτίτηλέ μιν αὐτή.
ἡ δ’ ἑτέρη κρατερῇσι βιωομένη παλάμῃσιν
εἴρυεν οὐκ ἀέκουσαν, ἐπεὶ φάτο μόρσιμον εἷο
ἐκ Διὸς αἰγιόχου γέρας ἔμμεναι Εὐρώπειαν.
ἣ δ’ ἀπὸ μὲν στρωτῶν λεχέων θόρε δειμαίνουσα,
παλλομένη κραδίην· τὸ γὰρ ὡς ὕπαρ εἶδεν ὄνειρον.
ἑζομένη δ’ ἐπὶ δηρὸν ἀκὴν ἔχεν, ἀμφοτέρας δὲ
εἰσέτι πεπταμένοισιν ἐν ὄμμασιν εἶχε γυναῖκας.
ὀψὲ δὲ δειμαλέην ἀνενείκατο παρθένος αὐδήν· 20
«τίς μοι τοιάδε φάσματ’ ἐπουρανίων προΐηλεν;
ποῖοί με στρωτῶν λεχέων ὕπερ ἐν θαλάμοισιν
ἡδὺ μάλα κνώσσουσαν ἀνεπτοίησαν ὄνειροι,
τίς δ’ ἦν ἡ ξείνη, τὴν εἴσιδον ὑπνώουσα;
ὥς μ’ ἔλαβε κραδίην κείνης πόθος, ὥς με καὶ αὐτὴ
ἀσπασίως ὑπέδεκτο καὶ ὡς σφετέρην ἴδε παῖδα.
ἀλλά μοι εἰς ἀγαθὸν μάκαρες κρήνειαν ὄνειρον.»
ὣς εἰποῦσ’ ἀνόρουσε, φίλας δ’ ἐπεδίζεθ’ ἑταίρας
ἥλικας οἰέτεας θυμήρεας εὐπατερείας,
τῇσιν ἀεὶ συνάθυρεν, ὅτ’ ἐς χορὸν ἐντύνοιτο, 30
ἢ ὅτε φαιδρύνοιτο χρόα προχοῇσιν ἀναύρων,
ἢ ὁπότ’ ἐκ λειμῶνος ἐύπνοα λείρι’ ἀμέργοι.
αἳ δέ οἱ αἶψα φάανθεν· ἔχον δ’ ἐν χερσὶν ἑκάστη
ἀνθοδόκον τάλαρον· ποτὶ δὲ λειμῶνας ἔβαινον
ἀγχιάλους, ὅθι τ’ αἰὲν ὁμιλαδὸν ἠγερέθοντο
τερπόμεναι ῥοδέῃ τε φυῇ καὶ κύματος ἠχῇ.
αὐτὴ δὲ χρύσεον τάλαρον φέρεν Εὐρώπεια,
θηητόν, μέγα θαῦμα, μέγαν πόνον Ἡφαίστοιο,
ὃν Λιβύῃ πόρε δῶρον, ὅτ’ ἐς λέχος Ἐννοσιγαίου
ἤϊεν· ἣ δὲ πόρεν περικαλλέϊ Τηλεφαάσσῃ, 40
ἥτε οἱ αἵματος ἔσκεν· ἀνύμφῳ δ’ Εὐρωπείῃ
μήτηρ Τηλεφάασσα περικλυτὸν ὤπασε δῶρον.
ἐν τῷ δαίδαλα πολλὰ τετεύχατο μαρμαίροντα.
ἐν μὲν ἔην χρυσοῖο τετυγμένη Ἰναχὶς Ἰώ,
εἰσέτι πόρτις ἐοῦσα, φυὴν δ’ οὐκ εἶχε γυναίην.
φοιταλέη δὲ πόδεσσιν ἐφ’ ἁλμυρὰ βαῖνε κέλευθα,
νηχομένῃ ἰκέλη· κυάνου δ’ ἐτέτυκτο θάλασσα.
δοιοὶ δ’ ἕστασαν ὑψοῦ ἐπ’ ὀφρύσιν αἰγιαλοῖο
φῶτες ἀολλήδην, θηεῦντο δὲ ποντοπόρον βοῦν.
ἐν δ’ ἦν Ζεὺς Κρονίδης ἐπαφώμενος ἠρέμα χερσὶ 50
πόρτιος Ἰναχίης, τήν δ’ ἑπταπόρῳ παρὰ Νείλῳ
ἐκ βοὸς εὐκεράοιο πάλιν μετάμειβε γυναῖκα.
ἀργύρεος μὲν ἔην Νείλου ῥόος, ἡ δ’ ἄρα πόρτις
χαλκείη, χρυσοῦ δὲ τετυγμένος αὐτὸς ἔην Ζεύς.
ἀμφὶ δὲ δινήεντος ὑπὸ στεφάνην ταλάροιο
Ἑρμείης ἤσκητο· πέλας δέ οἱ ἐκτετάνυστο
Ἄργος ἀκοιμήτοισι κεκασμένος ὀφθαλμοῖσι.
τοῖο δὲ φοινήεντος ἀφ’ αἵματος ἐξανέτελλεν
ὄρνις ἀγαλλόμενος πτερύγων πολυανθέι χροιῇ·
ταρσὸν δ’ ἀναπλώσας ὡσείτε τις ὠκύαλος νηῦς· 60
χρυσείου ταλάροιο περίσκεπε χείλεα ταρσός.
τοῖος ἔην τάλαρος περικαλλέος Εὐρωπείης.
αἳ δ’ ἐπεὶ οὖν λειμῶνας ἐς ἀνθεμόεντας ἵκανον,
ἄλλη ἐπ’ ἀλλοίοισι τότ’ ἄνθεσι θυμὸν ἔτερπον.
τῶν ἣ μὲν νάρκισσον ἐΰπνοον, ἣ δ’ ὑάκινθον,
ἣ δ’ ἴον, ἣ δ’ ἕρπυλλον ἀπαίνυτο· πολλὰ δ’ ἔραζε
λειμώνων ἐαροτρεφέων θαλέθεσκε πέτηλα.
αἳ δ’ αὖτε ξανθοῖο κρόκου θυόεσσαν ἔθειραν
δρέπτον ἐριδμαίνουσαι, ἀτὰρ μεσσίστη ἄνασσα
ἀγλαΐην πυρσοῖο ῥόδου χείρεσσι λέγουσα, 70
οἷά περ ἐν Χαρίτεσσι διέπρεπεν Ἀφρογένεια.
οὐ μὴν δηρὸν ἔμελλεν ἐπ’ ἄνθεσι θυμὸν ἰαίνειν,
οὐδ’ ἄρα παρθενίην μίτρην ἄχραντον ἔρυσθαι.
ἦ γὰρ δὴ Κρονίδης ὥς μιν φράσαθ’, ὡς ἐόλητο
θυμὸν ἀνωίστοισιν ὑποδμηθεὶς βελέεσσι
Κύπριδος, ἣ μούνη δύναται καὶ Ζῆνα δαμάσσαι.
δὴ γὰρ ἀλευόμενός τε χόλον ζηλήμονος Ἥρης
παρθενικῆς τ’ ἐθέλων ἀταλὸν νόον ἐξαπατῆσαι
κρύψε θεὸν καὶ τρέψε δέμας καὶ γείνετο ταῦρος,
οὐχ οἷος σταθμοῖς ἐνιφέρβεται, οὐδὲ μὲν οἷος 80
ὦλκα διατμήγει σύρων εὐκαμπὲς ἄροτρον,
οὐδ’ οἷος ποίμνῃς ἔπιβόσκεται, οὐδὲ μὲν οἷος
ὅστις ὑποδμηθεὶς ἐρύει πολύφορτον ἀπήνην.
τοῦ δή τοι τὸ μὲν ἄλλο δέμας ξανθόχροον ἔσκε,
κύκλος δ’ ἀργύφεος μέσσῳ μάρμαιρε μετώπῳ,
ὄσσε δ’ ὑπογλαύσσεσκε καὶ ἵμερον ἀστράπτεσκεν·
ἶσά τ’ ἐπ’ ἀλλήλοισι κέρα ἀνέτελλε καρήνου
ἄντυγος ἡμιτόμου κεραῆς ἅτε κύκλα σελήνης.
ἤλυθε δ’ ἐς λειμῶνα καὶ οὐκ ἐφόβησε φαανθεὶς
παρθενικάς, πάσῃσι δ’ ἔρως γένετ’ ἐγγὺς ἱκέσθαι 90
ψαῦσαι θ’ ἱμερτοῖο βοός, τοῦ γ’ ἄμβροτος ὀδμὴ
τηλόθι καὶ λειμῶνος ἐκαίνυτο λαρὸν ἀϋτμήν.
στῆ δὲ ποδῶν προπάροιθεν ἀμύμονος Εὐρωπείης,
καί οἱ λιχμάζεσκε δέρην, κατέθελγε δὲ κούρην.
ἣ δέ μιν ἀμφαφάασκε καὶ ἠρέμα χείρεσιν ἀφρὸν
πολλὸν ἀπὸ στομάτων ἀπομόργνυτο καὶ κύσε ταῦρον.
αὐτὰρ ὃ μειλίχιον μυκήσατο· φαῖό κεν αὐλοῦ
Μυγδονίου γλυκὺν ἦχον ἀνηπύοντος ἀκούειν.
ὤκλασε δὲ πρὸ ποδοῖιν, ἐδέρκετο δ’ Εὐρώπειαν
αὐχέν’ ἐπιστρέψας καί οἱ πλατὺ δείκνυε νῶτον. 100
ἣ δὲ βαθυπλοκάμοισι μετέννεπε παρθενικῇσι·
«δεῦθ’ ἑτάραι φίλιαι καὶ ὁμήλικες, ὄφρ’ ἐπὶ τῷδε
ἑζόμεναι ταύρῳ τερπώμεθα· δὴ γὰρ ἁπάσας
νῶτον ὑποστορέσας ἀναδέξεται, οἷά τ’ ἐνηὴς
πρηΰς τ’ εἰσιδέειν καὶ μείλιχος, οὐδέ τι ταύροις
ἄλλοισι προσέοικε· νόος δέ οἱ ἠύτε φωτὸς
αἴσιμος ἀμφιθέει, μούνης δ’ ἐπιδεύεται αὐδῆς.»
ὣς φαμένη νώτοισιν ἐφίζανε μειδιόωσα,
αἱ δ’ ἄλλαι μέλλεσκον· ἄφαρ δ’ ἀνεπήλατο ταῦρος,
ἣν θέλεν ἁρπάξας· ὠκὺς δ’ ἐπὶ πόντον ἵκανεν. 110
ἣ δὲ μεταστρεφθεῖσα φίλας καλέεσκεν ἑταίρας
χεῖρας ὀρεγνυμένη, ταὶ δ’ οὐκ ἐδύναντο κιχάνειν.
ἀκτάων δ’ ἐπιβὰς πρόσσω θέεν, ἠΰτε δελφὶς
χηλαῖς ἀβρεκτοῖσιν ἐπ’ εὐρέα κύματα βαίνων.
ἡ δὲ τότ’ ἐρχομένοιο γαληνιάασκε θάλασσα,
κήτεα δ’ ἀμφὶς ἄταλλε Διὸς προπάροιθε ποδοῖιν,
γηθόσυνος δ’ ὑπὲρ οἶδμα κυβίστεε βυσσόθε δελφίς·
Νηρεΐδες δ’ ἀνέδυσαν ὑπὲξ ἁλός, αῒ δ’ ἄρα πᾶσαι
κητείοις νώτοισιν ἐφήμεναι ἐστιχόωντο.
καὶ δ’ αὐτὸς βαρύδουπος ὑπεὶραλος Ἐννοσίγαιος 120
κῦμα κατιθύνων ἁλίης ἡγεῖτο κελεύθου
αὐτοκασιγνήτῳ· τοὶ δ’ ἀμφί μιν ἠγερέθοντο
Τρίτωνες, πόντοιο βαρύθροοι αὐλητῆρες,
κόχλοισιν ταναοῖς γάμιον μέλος ἠπύοντες.
ἣ δ’ ἄρ’ ἐφεζομένη Ζηνὸς βοέοις ἐπὶ νώτοις
τῇ μὲν ἔχεν ταύρου δολιχὸν κέρας, ἐν χερὶ δ’ ἄλλῃ
εἴρυε πορφυρέην κόλπου πτύχα, ὄφρά κε μή μιν
δεύοι ἐφελκόμενον πολιῆς ἁλὸς ἄσπετον ὕδωρ.
κολπώθη δ’ ὤμοισι πέπλος βαθὺς Εὐρωπείης,
ἱστίον οἷά τε νηός, ἐλαφρίζεσκε δὲ κούρην. 130
ἣ δ’ ὅτε δὴ γαίης ἀπὸ πατρίδος ἦεν ἄνευθεν,
φαίνετο δ’ οὔτ’ ἀκτή τις ἁλίρροθος οὔτ’ ὄρος αἰπύ,
ἀλλ’ ἀὴρ μὲν ὕπερθεν, ἔνερθε δὲ πόντος ἀπείρων,
ἀμφί ἑ παπτήνασα τόσην ἀνενείκατο φωνήν·
«πῇ με φέρεις, θεόταυρε; τίς ἔπλεο; πῶς δὲ κέλευθα
ἀργαλέ’ εἰλιπόδεσσι διέρχεαι, οὐδὲ θάλασσαν
δειμαίνεις; νηυσὶν γὰρ ἐπίδρομός ἐστι θάλασσα
ὠκυάλοις, ταῦροι δ’ ἁλίην τρομέουσιν ἀταρπόν.
ποῖόν σοι ποτὸν ἡδύ; τίς ἐξ ἁλὸς ἔσσετ’ ἐδωδή;
ἦ ἄρα τις θεός ἐσσι· θεοῖς γ’ ἐπεοικότα ῥέζεις. 140
οὔθ’ ἅλιοι δελφῖνες ἐπὶ χθονὸς οὔτε τι ταῦροι
ἐν πόντῳ στιχόωσι, σὺ δὲ χθόνα καὶ κατὰ πόντον
ἄτρομος ἀΐσσεις, χηλαὶ δέ τοί εἰσιν ἐρετμά.
ἦ τάχα καὶ γλαυκῆς ὑπὲρ ἠέρος ὑψόσ’ ἀερθεὶς
εἴκελος αἰψηροῖσι πετήσεαι οἰωνοῖσιν.
ὤμοι ἐγὼ μέγα δή τι δυσάμμορος, ἥ ῥά τε δῶμα
πατρὸς ἀποπρολιποῦσα καὶ ἑσπομένη βοῒ τῷδε
ξείνην ναυτιλίην ἐφέπω καὶ πλάζομαι οἴη.
ἀλλὰ σύ μοι, μεδέων πολιῆς ἁλὸς Ἐννοσίγαιε
ἵλαος ἀντιάσειας, ὃν ἔλπομαι εἰσοράασθαι 150
τόνδε κατιθύνοντα πλόον προκέλευθον ἐμεῖο.
οὐκ ἀθεεὶ γὰρ ταῦτα διέρχομαι ὑγρὰ κέλευθα.»
ὣς φάτο· τὴν δ’ ὧδε προσεφώνεεν ἠύκερως βοῦς·
«θάρσει παρθενική, μὴ δείδιθι πόντιον οἶδμα.
αὐτός τοι Ζεύς εἰμι, κεἰ ἐγγύθεν εἴδομαι εἶναι
ταῦρος· ἐπεὶ δύναμαί γε φανήμεναι ὅττι θέλοιμι.
σὸς δὲ πόθος μ’ ἀνέηκε τόσην ἅλα μετρήσασθαι
ταύρῳ ἐειδόμενον· Κρήτη δέ σε δέξεται ἤδη,
ἥ μ’ ἔθρεψε καὶ αὐτόν, ὅπῃ νυμφήϊα σεῖο
ἔσσεται· ἐξ ἐμέθεν δὲ κλυτοὺς φιτύσεαι υἷας, 160
οἳ σκηπτοῦχοι ἅπαντες ἐπιχθονίοισιν ἔσονται.»
ὣς φάτο· καὶ τετέλεστο τά περ φάτο. φαίνετο μὲν δὴ
Κρήτη, Ζεὺς δὲ πάλιν σφετέρην ἀνελάζετο μορφήν,
λῦσε δέ οἱ μίτρην, καί οἱ λέχος ἔντυον Ὧραι·
ἡ δὲ πάρος κούρη Ζηνὸς γένετ’ αὐτίκα νύμφη,
καὶ Κρονίδῃ τέκνα τίκτε καὶ αὐτίκα γίνετο μήτηρ.